Ancient Greek
4 to 6
Sextus Empiricus, Adversus mathematicos 4-5-6
Not analysed yet
ἔνιοι δὲ χώραν ἔλεξαν ὑπάρχειν τὸν τοῦ μείζονος σώματος τόπον, ὡς ταύτῃ διαφέρειν τοῦ τόπου τὴν χώραν, τῷ ἐκεῖνον μὲν μὴ ἐμφαίνειν μέγεθος τοῦ ἐμπεριεχομένου σώματος (κἂν γὰρ ἐλάχιστον περιέχῃ σῶμα, οὐδὲν ἧττον τόπος προσαγορεύεται), τὴν δ’ ἐξιόλογον ἐμφαίνειν μέγεθος τοῦ ἐν αὐτῇ σώματος. εἰ ἐστι τόπος Τῆς τοῦ τόπου νοήσεως δεδηλωμένης καὶ τῶν συζυγούντων αὐτῷ πραγμάτων ὑποδεδειγμένων ἀπολείπεται, ὡς ἔστιν ἔθος τοῖς ἀπὸ τῆς σκέψεως, τοὺς εἰς ἑκάτερον κινῆσαι λόγους καὶ τὴν ἐπ’ αὐτοῖς συναγομένην ἐποχὴν κρατύνεσθαι.