Ancient Greek
40 to 43
Sextus Empiricus, Adversus mathematicos 40-6-43
Not analysed yet
τινὰ μὲν γὰρ λόγου ἴσως ἔχεται, καθάπερ τὸ τὴν γῆν θεὸν νομίζειν. οὐ τὴν αὐλακοτομουμένην ἢ ἀνασκαπτομένην οὐσίαν, ἀλλὰ τὴν διήκουσαν ἐν αὐτῇ δύναμιν καὶ καρποφόρον φύσιν καὶ ὄντως δαιμονιωτάτην. τὸ δὲ λίμνας καὶ ποταμούς, καὶ εἴ τινα ἄλλα συνωφελεῖν ἡμᾶς πέφυκεν, ἡγεῖσθαι θεοὺς οὐδεμίαν ὑπερβολὴν ἐμβροντησίας ἀπολέλοιπεν. οὕτω γὰρ ἐχρῆν καὶ τοὺς ἀνθρώπους καὶ μάλιστα τοὺς φιλοσοφοῦντας ἡγεῖσθαι θεούς (συνωφελοῦσι γὰρ ἡμῶν τὸν βίον), τῶν τε ἀλόγων ζῴων τὰ πολλά συνεργοπονεῖ γὰρ ἡμῖν), τά τε κατ᾿ οἰκίας ζῷα] σκεύη τε καὶ πᾶν εἴ τι τούτων ἐστὶ ταπεινότερον. ἀλλὰ ταῦτά γε σφόδρα ἐστὶ γελοῖα· τοίνυν οὐδὲ τὴν ἐκκειμένην δόξαν ῥητέον ὑγιῆ τυγχάνειν. ῾Ο δὲ Δημόκριτος τὸ ἧττον ἄπορον διὰ τοῦ μείζονος ἀπόρου διδάσκων ἄπιστός ἐστιν. εἰς μὲν γὰρ τὸ πῶς νόησιν θεῶν ἔσχον ἄνθρωποι πολλὰς καὶ ποικίλας ἡ φύσις δίδωσιν ἀφορμάς· τὸ δὲ εἴδωλα εἶναι ἐν τῷ περιέχοντι ὑπερφυῆ καὶ ἀνθρωποειδεῖς ἔχοντα μορφὰς καὶ καθόλου τοιαῦτα ὁποῖα βούλεται αὐτῷ ἀναπλάττειν Δημόκριτος, παντελῶς ἐστι δυσπαράδεκτον. Τὰ δὲ αὐτὰ καὶ πρὸς τὸν Ἐπίκουρον ἔνεστι λέγειν, οἰόμενον, ὅτι κατὰ τὰς ἐνυπνιδίους φαντασίας τῶν ἀνθρωπομόρφων εἰδώλων ἐνοήθησαν ἤσαν θεοί· τί γὰρ μᾶλλον ἀπὸ τούτων νόησις ἐγίγνετο θεῶν ἢ ὑπερφυῶν ἀνθρώπων;