Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 400
Not analysed yet
ἔνεστι δὲ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐνταυθοῖ διδάσκειν, ὅτι ἐναργεῖς σχεδόν εἰσι τῶν φαντασιῶν αἱ διαφοραί, καθ’ ἃς αἱ μὲν ἐπισπῶνται ἡμῶν τὴν συγκατάθεσιν, αἱ δ’ ἀποκρούονται, καὶ οὔτε ἅπασαι ἐπισπῶνται κοινῶς οὔτε ἅπασαι συλλήβδην ἀποχρούονται, ἐπεί τοι μηδεμιᾶς οὔσης τῆς διαφορᾶς, ἀλλὰ πασῶν ἐπ’ ἴσης ἀπίστων οὐσῶν ἢ πιστῶν, οὔτε τέχνη ποτ’ ἂν οὔτε ἀτεχνία καθειστήκει, οὐκ ἔπαινος, οὐκ ἐπιτίμησις, οὐκ ἀπάτη· ἐνοεῖτο γὰρ ἡ μὲν τέχνη καὶ ἀποδοχὴ καὶ τὸ ἀνεξαπάτητον κατὰ τὰς ἀληθεῖς φαντασίας, ἡ δὲ ἀπάτη καὶ ἐπιτίμησις κάτα τὰς ψευδεῖς. οὔτε οὑν πάσας ἀληθεῖς εἶναι ῥητέον καὶ πιστὰς οὔτε πάσας ψευδεῖς καὶ ἀπίστους.