Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 404
Not analysed yet
ταφὼν γὰρ ἀνόρουσεν Ἀχιλλεύς χερσί τε συμπλατάγησεν, ἔπος τ’ ὀλοφυδνὸν ἔειπεν. καὶ ὃν τρόπον ἐν <ὑγιεῖ> καταστάσει τοῖς τρανότατα πιστεύομεν καὶ συγκατατιθέμεθα, οἷον Δίωνι μὲν ὧς Δίωνι, Θέωνι δὲ ὡς Θέωνι προσφερόμενοι, οὕτω καὶ ἐν μανίᾳ τὸ παραπλήσιον πάσχουσί τινες.