Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 410
Not analysed yet
ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ διδύμων· λήψεται γὰρ ψευδῆ φαντασίαν ὁ σπουδαῖος καὶ ὡς ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρσυγκατάθεσιν χον ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην ἔχων τὴν φαντασίαν, ἐὰν ἀπὸ Κάστορος ὧς ἀπὸ Πολυδεύκους φαντασιωθῇ. ἐντεῦθεν γοῦν καὶ ὁ ἐγκεκαλυμμένος συνέστη λόγος· ἐὰν γὰρ προκύψαντος δράκοντος θέλωμεν τῷ ὑποκειμένῳ ἐπιστῆναι, εἰς πολλὴν ἀπορίαν ἐμπεσούμεθα, καὶ οὐχ ἕξομεν λέγειν, πότερον ὁ αὐτός ἐστι δράκων τῷ πρότερον προκύψαντι ἢ ἕτερος, πολλῶν ἐνεσπειραμένων τῷ αὐτῷ φωλεῷ δρακόντων.