Ancient Greek
410 to 415
Sextus Empiricus, Adversus mathematicos 410-2-415
Not analysed yet
οἱ δὲ τοῦτο λέγοντες πιθανῷ μὲν χρῶνται παραδείγματι, οὐ συνάγουσι δὲ τὸ προκείμενον. ὁ μὲν γὰρ παιδοτρίβης καὶ ὁπλομάχος ἐστὶ σῶμα, καὶ κατὰ τοῦτο ἐδύνατο φαντασίαν ἐμποιεῖν τῷ παιδί· ἡ δὲ ἀπόδειξις ἀσώματος καθειστήκει, καὶ κατὰ τοῦτο ἐζητεῖτο εἰ δύνατ’ αἰ φανταστικῶς τυποῦν τὸ ἡγεμονικόν. ὥστε μὴ ἀποδεδεῖχθαι αὐτοῖς τὸ ἀρχῆθεν ζητουμενον. Ὅθεν τούτων ἀποδεδειγμένων σκοπῶμεν μετελθόντες εἰ καὶ κατὰ τὴν διαλεκτικὴν θεωρίαν δύναται ἡ τῆς ἀποδείξεως αὐτοῖς ὑπόσχεσις σῴζεσθαι. οἴοντοι τοίνυν (Stoic. fr. II 239 Arn.) τρεῖς τινας ἀλλήλοις συζυγεῖν λόγους, τόν τε συνακτικὸν καὶ τὸν ἀληθῆ καὶ τὸν ἀποδεικτικόν, ὧν τὸν μὲν ἀποδεικτικὸν πάντως ἀληθῆ τε καὶ συνακτικόν <εἶναι>, τὸν δὲ ἀληθῆ πάντως συνακτικὸν μὲν ὑπάρχειν, οὐκ ἐξ ἀνάγκης δὲ καὶ ἀποδεικτικόν, τὸν δὲ συνακτικὸν οὔτε πάντως ἀληθῆ οὔτε πάντως ἀποδεικτικόν. καὶ ὁ μὲν τοιοῦτος ἡμέρας οὔσης “εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν” συνάγει μὲν διὰ τὸ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι, οὐκ ἔστι δὲ ἀληθής, τὸ δεύτερον λῆμμα ἔχων ψεῦδος, τὴν πρόσληψιν, τὸ ‘‘ἀλλὰ μὴν νὺξ ἔστιν”. ὁ δὲ οὕτως ἔχων ἡμέρας οὔσης ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν” συνακτικὸς ἅμα ἦν καὶ ἀληθὴς τῷ καὶ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι καὶ δι’ ἀληθῶν ἀληθὲς συνάγειν. κρίνεσθαι δέ φασι τὸν συνακτικὸν λόγον ὅτι συνακτικός ἐστιν, ὅταν τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἕπηται τὸ συμπέρασμα, οἶον τὸν τοιοῦτον λόγον ἡμέρας οὔσης ‟εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν”, καίπερ μὴ ὄντα ἀληθῆ διὰ τὸ ἐπὶ ψεῦδος ἄγειν, συνακτικὸν εἷναί φαμεν.