Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 415
Not analysed yet
Ἄλλως τε, εἴπερ προσαρμόζεται τῇ καταληπτικῇ φαντασίᾳ ἡ ἀκατάληπτος φαντασία, οὐκ ἂν εἴη κριτήριον ἀληθείας ἡ καταληπτική φαντασία. ὥσπερ γὰρ τὸ προσαρμοττόμενον στρεβλῷ οὐκ ἂν εἴη κριτήριον εὐθέος, οὕτως εἰ προσαρμόττεται ψευδέσι καὶ ἀκαταλήπτοις φαντασίαις ἡ καταληπτικὴ φαντασία, οὐκ ἂν εἴη κριτήριον. προσαρμόττεται δέ γε ἀκαταλήπτοις καὶ ψευδέσι πράγμασιν ἡ καταληπτικὴ φαντασία, καθὼς παραστήσομεν· οὐ τοίνυν κριτήριόν ἐστι τῶν τε ἀληθῶν καὶ τῶν ψευδῶν ἡ καταληπτικὴ φαντασία.