Ancient Greek
42 to 46
Sextus Empiricus, Adversus mathematicos 42-2-46
Not analysed yet
ὡς αὐτοὶ λέγουσι, τὰ κατὰ σύγκρασιν πλειόνων, οἷον ῾ἐὰν ὅδε μὲν ὡροσκοπῇ ὅδε δὲ μεσουρανῇ ὅδε δὲ ἀντιμεσουρανῇ οἱ δὲ ἄλλοι οὕτως ἔχωσι, συμβήσεται τάδεʼ. Ὁ μὲν οὗν χαρακτὴρ τῆς Χαλδαϊκῆς μεθόδου τοιοῦτος ἔοικεν εἶναι· ῥᾴδιον δʼ ἐστὶ λοιπὸν ἐπὶ παραδοθέντι τούτῳ συμπεριφέρεσθαι ταῖς κομιζομέναις ἀντιρρήσεσιν. καὶ δὴ ἔνιοι μὲν ἀγροικότερον πειρῶνται διδάσκειν ὡς οὐ πάν- τως συμπάσχει τοῖς οὐρανίοις τὰ ἐπίγεια· οὐδὲ γὰρ οὕ- τως ἥνωται τὸ περιέχον ὡς τὸ ἀνθρώπινον σῶμα, ἵνα ὅν τρόπον τ κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπάσχει καὶ τοῖς ὑποκειμένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, ἀλλά τις ἔστι τούτων διαφορὰ καὶ ἀσυμπά- θεια ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν. ἄλλοι δὲ καὶ τὸν περὶ εἱμαρμένης κινοῦσι λόγον· εἰ γὰρ μὴ πάντα γίνεται κατὰ εἱμαρμένην, οὐκ ἔστι Χαλδαϊκὴ ἡ τοῦτο ἀξιοῦσα [κατὰ εἱμαρμένην εἶναι]. οὐκ ὀλίγοι δὲ ἦσαν |οἱ κἀκεῖνο συνερωτῶντες· ἐπεὶ τῶν γινομένων τὰ μὲν κατ᾿ ἀνάγκην γίνεται τὰ δὲ κατὰ τύχην τὰ δὲ παρʼ ἡμᾶς, πάντως οἱ Χαλδαῖοι, εἰ δυνατῆς ἐφίενται προρρή- σεως, ἤτοι ἐν τοῖς κατ᾿ ἀνάγκην ποιήσονται τὰς προαγο- ρεύσεις ἢ ἐν τοῖς κατὰ τύχην ἐκβαίνουσιν ἐν τοῖς παρʼ ἡμᾶς.