Ancient Greek
42 to 43
Sextus Empiricus, Adversus mathematicos 42-3-43
Not analysed yet
‘φθόγγος ἐστὶν ἐμμελοῦς φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν.’ τῶν δέ φθόγγων οἱ μέν εἰσιν ὁμόφωνοι οἱ δέ οὐχ ὁμό- φωνοι, καὶ ὁμόφωνοι μέν οἱ μὴ διαφέροντες ἀλλήλων κατ᾿ ὀξύτητα καὶ βαρύτητα, οὐχ ὁμόφωνοι δέ οἱ μὴ οὕτως ἔχοντες. |τῶν δέ ὁμοφώνων, ὡς καὶ τῶν οὐχ ὁμοφώνων, τινές μέν ὀξεῖς τινές δέ βαρεῖς καλοῦνται, καὶ πάλιν τῶν οὐχ ὁμοφώνων οἱ μὲν διάφωνοι προσαγορεύονται οἱ δὲ σύμφωνοι, καὶ διάφωνοι μέν οἱ ἀνωμάλως καὶ διεσπασμέ- νως τὴν ἀκοὴν κινοῦντες, σύμφωνοι δέ οἱ ὁμαλώτερον καὶ ἀμερίστως.