Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 423
Not analysed yet
εἶτα ἴστω τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον. τί τοῦτο αὐτοῖς βοηθεῖν δύναται; ἀκολουθήσει γὰρ τῇ μὲν μᾶλλον ἀκαταλήπτῳ μὴ συγκατατίθεσθαι τὸν σοφόν, τῇ δὲ ἧσσον συγκατατίθεσθαι, ὅπερ ἐστὶν ἄτοπον· ἀπλανὲς γὰρ εἶχε κριτήριον κατ’ αὐτοὺς ὁ σοφός, καὶ κατὰ πάντα ἐθεοποιεῖτο διὰ τὸ μὴ δοξάζειν, τουτέστι ψεύδει συγκατατίθεσθαι, ἐν ᾧ ἔκειτο ἡ ἄκρα κακοδαιμονία καὶ ἡ τῶν φαύλων διάπτωσις.