Ancient Greek
423 to 426
Sextus Empiricus, Adversus mathematicos 423-3-426
Not analysed yet
εἰ δὲ συνεχεῖς εἰσιν οἱ κύκλοι, ἤτοι οὕτω συνεχεῖς εἰσιν ὡς κατὰ τὸν αὐτὸν τετάχθαι τόπον, ἢ ὥστε ἄλλον παρ’ ἄλλον νοεῖσθαι μεταξὺ μὴ δυναμένου τινὸς παρεμπεσεῖν σημείου· παρεμπῖπτον γὰρ ὀφείλει κύκλον γράφειν. καὶ εἰ μὲν τὸν αὐτὸν ἐπέχουσι τόπον, εἰς γενήσονται πάντες, καὶ διὰ τοῦτο ὁ μέγιστος κύκλος οὐ διοίσει τοῦ ἐλαχίστου· εἰ γὰρ ὁ μὲν ἐνδοτάτω κύκλος καὶ πρὸς τῷ κέντρῳ ἐστὶν ἐλάχιστος, ὁ δὲ ἐξωτάτω καὶ πρὸς τῇ περιφερείᾳ μέγιστος καθέστηκεν, πάντες δὲ τὸν αὐτὸν γαιέχουσι τόπον, ἔσται ἴσος τῷ μεγίστῳ κύκλῳ ὁ ἐλάχιστος κύκλος· ὅπερ ἐστὶν ἀπεμφαῖνον. οὐ τοίνυν οὕτως συνεχεῖς εἰσιν οἱ κύκλοι ὡς τὸν αὐτὸν ἐπειληφέναι τόπον. εἰ δὲ παράκεινται ἀλλήλοις ὡς μὴ παρεμπίπτειν μεταξύ τι σημεῖον, συμπληροῦσι τὸ τῆς ἐπιπέδου πλάτος τὸ ἀπὸ τοῦ κέντρου μέχρι τῆς ἐσχάτης περιφερείας. ἐπεὶ οὖν τὸ συμπληρωτικὸν πλάτους ἐξ ἀνάγκης ἔχει πλάτος, οἱ κύκλοι συμπληροῦντες τὸ τῆς ἐπιπέδου πλάτος ἕξουσι πλάτος. ἦσαν δὲ γραμμαὶ οἱ κύκλοι· τοίνυν αἱ γραμμαὶ οὔκ εἰσιν ἀπλατεῖς. Ἔνεστι δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ὁμοιότροπον συνθεῖναι ἀπόδειξιν. φασὶ γὰρ οἱ γεωμέτραι τὴν κυκλογραφοῦσαν εὐθεῖαν δι’ αὑτῆς στρεφομένην Κυκλογραφεῖν. διόπερ συνερωτῶντες αὐτοὺς φήσομεν· “εἰ ἡ κυκλογραφοῦσα εὐθεῖα δι’ αὑτῆς τὸν κύκλον γράφει, οὐκ ἔστι μῆκος ἀπλατὲς ἡ γραμμή· ἡ δὲ Κυκλογραφοῦσα εὐθεῖα κατ’ αὐτοὺς δι’ αὑτῆς τὸν κύκλον γράφει· οὐκ ἄρα μῆκος ἀπλατές ἐστιν ἡ γραμμή.”