Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 426
Not analysed yet
Πῶς δ’ οὐχὶ καὶ εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτουσι τρόπον; ζητούντων γάρ ἡμῶν τίς ἐστιν ἡ καταληπτικὴ φαντασία, ὁριζόμενοί φασιν (Stoic. fr. 159 Arn.) “ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος”. εἶτα πάλιν, ἐπεὶ πᾶν τὸ ὁρικῶς ἐκ γινωσκομένων διδάσκεται, προσανακρινόντων ἡμῶν τί ποτ’ ἐστι καὶ τὸ ὑπάρχον, ἀναστρέψαντές φασιν ὅτι “ὑπάρχον ἐστὶν ὃ κινεῖ καταληπτικὴν φαντασίαν”. ὥστε ἴνα μὲν μάθωμεν τὴν καταληπτικὴν φαντασίαν, προειληφέναι ὀφείλομεν τὸ ὑπάρχον, ἴνα δὲ τοῦτο, ἐπὶ τὴν καταληπτικὴν βαδίζειν φαντασίαν· καὶ οὕτω μηδέτερον γίνεσθαι σαφές, περιμένον τὴν ἐκ τοῦ ἑτέρου πίστιν.