Ancient Greek
43 to 44
Sextus Empiricus, Adversus mathematicos 43-44
Not analysed yet
σὺν τῷ τὰ ἐκ τῶν μύθων τε καὶ ἱστο- ριῶν λόγῳ διορίζειν καὶ τὸ περὶ τὰς διαλέκτους καὶ τεχνο- λογίας καὶ ἀναγνώσεις πραγματικὸν αὐχοῦσα, πολὺν ἑαυ- τῆς ἐργάζεται τοῖς ἀκούουσι πόθον. ἀλλʼ ἵνα μὴ παρὰ θύραν πλανᾶσθαι δοκῶμεν, ὑποδεικτέον πόσαι τέ εἰσι γραμματικαὶ καὶ περὶ τίνος αὐτῶν πρόκειται ζητεῖν. Ποσαχῶς λέγ ἔεται γραμματική Γραμματικὴ τοίνυν λέγεται κατὰ ὁμωνυμίαν κοινῶς τε καὶ ἰδίως, καὶ κοινῶς μὲν ἡ τῶν ὁποιωνδηποτοῦν γραμ- μάτων εἴδησις, ἐάν τε Ἑλληνικῶν ἐάν τε βαρβαρικῶν, ἣν συνήθως γραμματιστικὴν καλοῦμεν, ἰδιαίτερον δὲ ἡ ἐντε- λὴς καὶ τοῖς περὶ Κράτητα τὸν Μαλλώτην (F 16 Mette) Ἀριστοφάνην τε καὶ Ἀρίσταρχον ἐκπονηθεῖσα.