Ancient Greek
438 to 439
Sextus Empiricus, Adversus mathematicos 438-2-439
Not analysed yet
ἀλλὰ καὶ δεύτερος ἦν τρόπος ἀπεράντων ὁ κατὰ παρολκήν, ὅταν ἔξωθεν παραλαμβάνηταί τι τοῖς λήμμασι παρέλκον ὡς πρὸς τὴν τοῦ συμπεράσματος κατασκευήν. ὅσον᾿ ἐπὶ τούτῳ δεήσει τὸν ἐν τῷ πρώτῳ [καὶ τῷ δευτέρῳ] τρόπῳ συνερωτώμενον λόγον κατὰ παρολκὴν εἶναι ἀπέραντον, ἐπεὶ παρέλκει ἐν αὐτῷ <τὸ> τροπικόν. καὶ τοῦτ᾿ εἰσόμεθα παρατεθέντων ἡμῖν τῶν λόγων. τὸν γὰρ δὴ τοιοῦτόν φασιν ἀπέραντον ‟εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ· φῶς ἄρα ἔστιν”. παρέλκει γὰρ ἐπ’ αὐτοῦ τὸ ‟ἡ ἀρετὴ ὠφελεῖ” πρὸς τὴν κατασκευὴν τοῦ συμπεράσματος, διὰ τὸ ἀρθέντος αὐτοῦ δύνασθαι ἐκ τῶν περιλειπομένων δυεῖν λημμάτων ἀνελλιπῶς συνάγεσθαι τὴν ἐπιφοράν.