Ancient Greek
46 to 50
Sextus Empiricus, Adversus mathematicos 46-6-50
Not analysed yet
μὴ εἶναι δὲ οἱ περὶ Παρμενίδην καὶ Μέλισσον, οὓς ὁ Ἀριστοτέλης στασιώταςτε τῆς φύσεως καὶ ἀφυσίκους κέκληκεν, στασιώτας μὲν ἀπὸ τῆς στάσεως, ἀφυσί- κους δὲ ὅτι ἀρχὴ κινήσεως ἐστιν ἡ φύσις, ἣν ἀνεῖλον φάμενοι μηδὲν κινεῖσθαι· τὸ γὰρ κινούμενον ὀφείλει ἀνύειν τι διάστημα, πᾶν δὲ διάστημα διὰ τὸ τὴν εἰς ἄπειρον ἐπιδέχεσθαι τομὴν ἀνήνυτόν ἐστιν, ὥστ’ οὐδὲ κινούμενόν τι ἔσται. συμφέρεται δὲ τούτοις τοῖς ἀνδράσι καὶ Διόδωρος ὁ Κρόνος, εἰ μή τι ῥητέον κατὰ τοῦτον κεκινῆσθαι μέν τι, κινεῖσθαι δὲ μηδὲ ἕν, ὧς προβαίνοντος τοῦ λόγου διδάξομεν §85 sqq.) ,ὅταν αὐτοῦ τὴν στάσιν ἀκριβέστερον ἐπισκεπτώμεθα· τὰ νῦν δὲ ἀπόχρη τοῦτο γινώσκειν, ὅτι καὶ αὐτὸς ἐπὶ τῆς αὐτῆς ἐστι δόξης τοῖς τὴν κίνησιν ἀνῃρηκόσιν. μὴ μᾶλλον δὲ εἶναι κίνησιν ἢ μὴ εἶναι ἔλεξαν οἱ ἀπὸ τῆς σκέψεως· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις εἶναί τι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν. Τοιαύτη μὲν καὶ ἡ κατὰ τὸν τόπον στάσις· μεθ’ ἣν εἰς τὸ μὴ εἶναι κίνησιν ἐπιχειροῦντες πρώτας κομιοῦμεν ἐνστάσεις, ἐχόμενοι τῆς κατὰ τὴν κίνησιν ἐννοίας. ἔνιοι τοίνυν ὁριζόμενοι τὴν κίνησίν φασιν· ‘‘κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον.”