Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 47-5
Not analysed yet
οἱ δὴ τοιαῦτα λέγοντες πιθανῆς μὲν προΐτανται δόξης, ἠρέμα δὲ εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτουσι τρόπον, ὅς ἐστιν ἀπορώτατος. ἵνα γὰρ πρῶτον εὐδαίμονα νοήσωμεν ἄνθρωπον καὶ ἀπὸ τούτου κατὰ μετάβασιν τὸν θεόν, ὀφείλομεν νοῆσαι τί ποτέ ἐστιν εὐδαιμονία, ἧς κατὰ μετοχὴν νοεῖται ὁ εὐδαίμων. ἀλλ᾿ ἦν γε εὐδαιμονία κατ᾿ αὐτοὺς δαιμονία τις καὶ θεία φύσις, καὶ εὐδαίμων ἐκαλεῖτο ὁ εὖ τὸν δαίμονα διακείμενον ἔχων. ὥσθ᾿ ἵνα μὲν λάβωμεν τὴν περὶ ἄνθρωπον εὐδαιμονίαν, πρότερον ἔχειν ὀφείλομεν νόησιν θεοῦ καὶ δαίμονος, ἵνα δὲ τὸν θεὸν νοήσωμεν, πρότερον ἔχειν ὀφείλομεν ἔννοιαν εὐδαίμονος ἀνθρώπου. τοίνυν ἕκάτερον περιμένον τὴν ἐκ θατέρου νόησιν ἀνεπινόητον γίνεται ἡμῖν.