Ancient Greek
49 to 51
Sextus Empiricus, Adversus mathematicos 49-4-51
Not analysed yet
καλεῖται δὲ κατὰ κοινὸν ἡ τοιουτότροπος μελῳδία τοῖς μουσικοῖς ἦθος ἀπὸ τοῦ ἤθους εἶναι ποιητική, καθάπερ καὶ τὸ χλωρὸν δέος τὸ χλωροποιόν, καὶ τὸ ‘νότοι βαρυήκοοι ἀχλυώδεις καρη- βαρικοὶ νωθροὶ διαλυτικοί’ ἀντὶ τοῦ τούτων δραστικοί. τῆς δέ κοινῆς μελῳδίας ταύτης τὸ μέν τι χρῶμα λέγεται τὸ δὲ ἁρμονία τὸ δὲ διάτονον, ὧν ἡ μὲν ἁρμονία αὐστηροῦ τινος ἤθους καὶ σεμνότητος κατασκευαστική πως ὑπ- ῆρχεν, τὸ δὲ χρῶμα λιγυρόν τί ἐστι καὶ θρηνῶδες, τὸ δέ διάτονον ἔντραχυ καὶ ὑπάγροικον. ἀλλὰ δὴ πάλιν τὸ μὲν ἁρμονικὸν μέλος τῶν μελῳδουμένων ἀδιαίρετόν ἐστι, τὸ δὲ διάτονον καὶ τὸ χρῶμα εἰδικωτέρας τινὰς εἰχε διαφο- ράς, δύο μὲν τὸ διάτονον, τήν τε τοῦ μαλακοῦ διατόνου κα- λουμένην καὶ τὴν τοῦ συντόνου, τρεῖς δέ τὸ χρῶμα· τὸ μὲν γάρ τι αὐτοῦ τονικὸν καλεῖται τὸ δὲ ἡμιτόνιον τὸ δὲ μαλακόν.