Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 49-6
Not analysed yet
ἀγαθὸν μὲν οὖν, καὶ τοῦτο πρῶτον, εἰρήκασι τὴν ὑγείαν οὐκ ὀλίγοι τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων καὶ καθόλου πάντες οἱ ἀπὸ τοῦ βίου. Σιμωνίδης (fr. 70 Bergk) μὲν γὰρ ὁ μελοποιός φησι μηδὲ καλὰς σοφίας εἶναι χάριν, εἰ μή τις ἔχοι σεμνὴν ὑγείαν· Λικύμνιος (fr. 4 Bergk) δὲ προειπὼν ταῦτα· λιπαρόμματε, μᾶτερ ὑψίστα, θρόνων σεμνῶν Ἀπόλλωνος βασίλεια ποθεινά, πραύγελως ῾Υγεία, ποῖον ὑψηλὸν ἐπιφέρει· τίς γὰρ πλούτου χάρις ἢ τοκήων ἢ τᾶς ἰσοδαίμονος ἀνθρώπου βασιληίδος ἀρχᾶς; σέθεν δὲ χωρὶς οὔ τις εὐδαίμων ἔφυ.