Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 52-5
Not analysed yet
ὅθεν τινὲς τὴν τοιαύτην φεύγοντες ἔνστασιν διορθοῦνται τὸν ἐκκείμενον ὅρον, καί φασιν, ὅτι κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ σώματος ἢ τῶν τοῦ ὅλου μερῶν. ὅ τε γὰρ τῷ περιπατεῖν κινούμενος κατὰ τοῦτητα ἀπὸ τόπου εἰς τόπον μετέρχεται, ἥ τε τοῖς κνώδαξι περιδινουμένη σφαῖρα ὅλη μὲν οὐ μεταβαίνει τόπον ἐκ τόπου, κατὰ μέρη δὲ ἀμείβει τοὺς τόπους, καὶ στρεφομένης αὐτῆς τὸ μὲν ἄνω μέρος ἐπιλαμβάνει τὸν κάτω τόδέχεσθαι πον, τὸ δὲ κάτω μετέρχεται εἰς τὸν ἄνω· καὶ ἐπὶ τῶν λοιπῶν τὸ ἐναλλὰξ. διόπερ τὴν κίνησιν ῥητέον, φασί, μετάβασιν εἶναι ἀπό τινος τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ κινουμένου σώματος ἤ τῶν τοῦ ὅλου μερῶν.