Ancient Greek
54 to 55
Sextus Empiricus, Adversus mathematicos 54-2-55
Not analysed yet
χρῷτο δʼ ἂν καλῶς λέξει καὶ ὁ κατειληφὼς τίνος ἕνεκα τὰς μεταλήψεις ποιούμεθα τῶν λέξεων, ἤτοι ὑπέρ τοῦ μὴ εὐθυρρημονεῖν προσκοπὴν φέροντος τοῦ εὐθέος ῥήματος, ἢ ὑπέρ τοῦ τι σαφηνίζειν, ὡς ὅταν τὸ μὲν αἴτιον εἰς τὸ ποιοῦν μεταλαμβάνωμεν, τὸ δὲ σημεῖον εἰς τὸ δηλοῦν. εἰ μέν οὖν, ὡς ἔφην, ἐτεχνο λογεῖτό τινα περὶ τούτων τοῖς ῥήτορσι, τάχα ἂν καὶ τὸ καλῶς λέγειν καὶ τὴν κεκαλλω- πισμένην λέξιν ἐκ ῥητορικῆς εἶχον. νῦν δὲ επεὶ ταύτης τῆς θεωρίας οὐ ψαύουσιν, ἢ εἰ ψαύοιεν, οὔτι γε κατὰ ῥη- τορικήν, λεκτέον μὴ ῥητορικῆς ἴδιον εἶναι τὸ καλλιλεκτεῖν.