Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 54-5
Not analysed yet
οὐ μᾶλλον οὖν τῇδε τῇ διαθέσει ἢ τῇδε πιστευτέον ἐστίν, ἐπεὶ ἀναστρόφως ὑποτεθέντος τοῦ πολλοὺς πικράζεσθαι ὑπὸ τοῦ μέλιτος οἷον πυρέσσοντας, ἕνα δὲ γλυκάζεσθαι τὸν ὑγιαίνοντα, πάντως ἀκολουθήσει πικρὸν λέγειν τὸ μέλι· ὅπερ ἄτοπον. τοίνυν ὧς ἐνθάδε παρέντες τὴν κατὰ τὸ πλῆθος μαρτυρίαν οὐδὲν ἧσσον γλυκύ φαμεν τὸ μέλι, οὕτω καὶ ὅταν πολλοὶ γλυκάζωνται, εἶς δὲ πικράζηται, παρέντες τὸ διὰ τὸ πλῆθος τῶν οὕτω πασχόντων γλυκὺ καλεῖν τὸ μέλι, ἄλλως τἀληθὲς ἐξετάζωμεν.