Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 55-5
Not analysed yet
Καὶ Ἀνάχαρσις, ὡς φασίν, ὁ Σκύθης πάσης τέχνης τὴν κριτικὴν κατάληψιν ἀναιρεῖ, σφόδρα τε ἐπιτιμᾷ τοῖς Ἕλλησι ταύτην ἀπολείπουσιν· τίς γάρ ἐστι, φησίν, ὁ κρίνων τι τεχνικῶς; ἆρά γε ὁ ἰδιώτης ἤ ὁ τεχνίτης; ἀλλ’ ἰδιώτην μὲν οὐκ ἂν εἴποιμεν· πεπήρωται γὰρ πρὸς τὴν γνῶσιν τῶν τεχνικῶν ἰδιωμάτων, καὶ ὧς οὔτε τυφλὸς λαμβάνει τὰ τῆς ὁράσεως ἔργα οὔτε κωφὸς τὰ τῆς ἀκοῆς, οὕτως οὐδὲ ὁ ἄτεχνος ὀξυωπεῖ πρὸς τὴν κατάληψιν τοῦ τεχνικῶς ἀποτελεσθέντος, ἐπεί τοι ἐὰν καὶ τούτῳ μαρτυρῶμεν τήν τινος πράγματος τεχνικοῦ κρίσιν, οὐ διοίσει τῆς τέχνης ἡ ἀτεχνία, ὅπερ ἐστὶν ἄτοπον· ὥστε οὐχ ὁ ἰδιώτης ἐστὶ κριτὴς τῶν τεχνικῶν ἰδιωμάτων.