Ancient Greek
56 to 60
Sextus Empiricus, Adversus mathematicos 56-8-60
Not analysed yet
ἀλλὰ καὶ ταύτης τὸ βραβεῖον φέρεσθαι στεφανοῦν. ἐπὴν εἰσβάλλῃ ἡ ὑγεία μετὰ τῶν συνέδρων αὐτῇ θεῶν, καὶ διδάσκῃ, ὡς οὔτε ἡδονῆς οὔτε πλούτου ὄφελός τι ἐστὶν ἀπούσης αὐτῆς (Eur. Teleph. fr. 714 Nauck) τί γάρ με πλοῦτος, <. . . . >ὠφελεῖ μίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων ἄλυπον οἰκεῖν βίοτον ἢ πλουτῶν νοσεῖν), ἀκούσαντες πάλιν οἱ Πανέλληνες καὶ μεταμαθόντες, ὧς οὐκ ἔνεστι κλινοπετῆ καὶ νοσοῦσαν ὑποστῆναι τὴν εὐδαιμονίαν, φήσουσι νικᾶν τὴν ὑγείαν. ἀλλὰ καὶ τῆς ὑγείας ἤδη νικώσης, ἐπὰν εἰσέλθῃ ἡ ἀνδρεία πολύ στῖφος ἀριστέων καὶ ἡρώων ἔχουσα περὶ ἑαυτήν, καταστᾶσά τε λέγη· “ἐμοῦ μὴ παρούσης, ἄνδρες Ἕλληνες, ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν παρ’ ὑμῖν ἀγαθῶν, εὔξαιντό τ’ ἄν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς πᾶσι τοῖς ἀγαθοῖς ὡς μελλήσοντες ὑμῶν κρατεῖν”, καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν πρωτεῖα τῇ ἀρετῇ ἀποδώσουσι, τὰ δὲ δευτερεῖα τῇ ὑγείᾳ, τὰ δὲ τρίτα τῇ ἡδονῇ, τελευταῖον δὲ τάξουσι τὸν πλοῦτον. Καὶ δὴ ὁ μὲν Κράντωρ τὴν ὑγείαν ἐν δευτέρᾳ μοίρᾳ ἐτίθετο, στοιχῶν τοῖς προειρημένοις φιλοσόφοις· οὐκ ἀγαθὸν δ’ οἱ ἀπὸ τῆς Στοᾶς ἔλεξαν αὐτήν, ἀλλ’ ἀδιάφορον. τὸ ἀδιάφορον δ’ οἴονται (111 122 Arn.) λέγεσθαι τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἷόν ἐστι τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τἀς ἐπὶ τῇ κεφαλῇ τρίχας· καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν καὶ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἶον ἐπὶ δυεῖν δραχμῶν ἀπαραλλάκτων τῷ τε χαρακτῆρι καὶ τῇ λαμπρότητι, ὃταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ <τὸ> ἕτερον αὐτῶν αἱρεῖσθαι, οὐ μᾶλλον πρὸς τόδε ἢ τόδε.