Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 57
Not analysed yet
Ἐπεὶ οὔτε ζητεῖν οὔτε ἀπορεῖν ἔστι κατὰ τὸν σοφὸν Ἐπίκουρον (fr. 255 Us.) ἄνευ προλήψεως, εὖ ἄν ἔχοι πρὸ τῶν ὅλων σκέψασθαι τί τʼ ἐστὶν ἡ γραμμστική, καὶ εἰ κατὰ τὴν ἀποδιδομένην ὑπὸ τῶν γραμματικῶν ἔννοιαν δύναται συστατόν τι καὶ ὑπαρκτὸν νοεῖσθαι μάθημα. Διονύσιος μὲν οὖν ὁ Θρᾷξ (§1 ed. Uhlig Lips. 1883) ἐν τοῖς παραγγέλμασί φησι ‘γραμματική ἐστιν ἐμπειρία ὡς ἐπὶ τὸ πλεῖστον τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένωνʼ, συγγραφεῖς καλῶν, ὡς ἔστιν ἐκ τῆς πρὸς τοὺς ποιητὰς ἀντεμφάσεως πρόδηλον, οὐκ ἄλλους τίνας ἢ τοὺς καταλογάδην πραγματευσαμένους.