Ancient Greek
ΠΡΟΣ ΜΟΥΣΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 58-5
Not analysed yet
καὶ ἄλλοις δὲ συχνοῖς εἰς τοῦτο ἔνεστι λόγοις χρῆσθαι, περὶ ὧν, ὡς ἔφην, ἐν τοῖς Πυρρωνείοις ὑπο- μνηματιζόμενοι διεξῄειμεν. νυνὶ δὲ φωνῆς μὴ οὔσης οὐδὲ φθόγγος ἔστιν, ὃς ἐλέγετο (§42) φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν· φθόγγου δέ μὴ ὄντος οὐδὲ διάστημα μουσι- κὸν καθέστηκεν, οὐ συμφωνία, οὐ μελῳδία, οὐ τὰ ἐκ τούτων γένη. διὰ τοῦτο οὐδέ μουσική· ἐπιστήμη γὰρ ἐλέγετο ἐμμελῶν τε καὶ ἐκμελῶν.