Ancient Greek
59 to 60
Sextus Empiricus, Adversus mathematicos 59-2-60
Not analysed yet
εἶτα καὶ ὡς ἔφην, προσκοπὴν ἐμποιεῖ τὸ μετὰ προσοχῆς καὶ ῥητορείας λαλεῖν. μετακτέον δέ τὰ |πρότερον πρὸς τοὺς ἀναλογιστικοὺς τῶν γραμματικῶν εἰρημένα, καὶ διδακτέον ὅτι τῇ συνηθείᾳ προσεκτέον μᾶλ- λόν ἐστι θέλοντας εὖ λέγειν ἤπερ τέχνῃ τινὶ περιεργοτέρᾳ. Τὸ νῦν δέ μετελθόντες καὶ ἀπὸ τοῦ τέλους τῆς ῥη- τορικῆς ποιώμεθα τὰς ἐνστάσεις. πάλιν τοίνυν λεκτέον ὡς εἰ μηδέν ἐστι ῥητορικῆς τέλος, οὐδέν ἐστι ῥητορικὴ διὰ τὸ πᾶσαν τεχνικὴν ἕξιν πρός τι τέλος λαμβόνειν τὴν ἀνα- φοράν. οὐχὶ δέ γε ἔστι τι ῥητορικῆς τέλος, ὡς δείξομεν· οὐκ ἄρα ἐστὶ τέχνη ἡ ῥητορική.