Ancient Greek
59 to 65
Sextus Empiricus, Adversus mathematicos 59-4-65
Not analysed yet
ἀγνοουμένων δὲ τούτων οἴχεται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατά- ληψις. εἴπερ τε, ὥς τινες τῶν φυσικῶν εἰρήκασιν, ἑψό- μενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, αὐτόθεν οὐκ εἰδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν. καὶ μὴν ὥσπερ κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος ἐν ταῖς τῶν μερῶν ἐνεργείαις διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες, οὕτως εἰκὸς αὐτὰς καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν διαφέρειν, τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βρά- διον. καὶ οὐ παράδοξον, ὅτε καὶ 〈αὐταὶ〉 ἑαυταῖς συγκρι- νόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδα- μῶς. τούτου δὲ οὕτως ἔχοντος τῶν ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν τὸ πότε συνέσχηται τὸ καταβληθὲν σπέρ- μα, ἵνα καὶ ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τὸν τῆς γενέσεως ὡροσκόπον. καὶ μὴν οὐδὲ ἔνεστι λέγειν ὡς διὰ σημείων τινῶν καταλαμβάνεσθαι πέφυκεν ὁ τῆς συλλήψεως χρόνος, καθάπερ ἐκ τοῦ κατεξηράνθαι μὲν μετὰ τὴν μῖξιν τοὺς γυναικείους κόλπους, μεμυκέναι δέ, εἰ οὕτω τύχοι, τὸ τῆς |μήτρας στόμιον, ἐπεσχῆσθαι δὲ τὴν ἔμμηνον κάθαρσιν, κίσσαν δὲ ἐπιγίγνεσθαι. πρῶτον μὲν γὰρ καὶ ταῦτα κοινοποιεῖται τὰ σημεῖα πρὸς τὰς μὴ συνειληφυίας· εἶτα καὶ εἰ μὴ κοινοποιοῖτο, γενομένην ἤδη κατὰ πλάτος πλειόνων ἡμερῶν διελθουσῶν ούλληψιν δη- λοῖ, καὶ οὐ πρὸς ἀκρίβειαν καὶ ὑπόγυον καὶ ἐν ὡριαίοις κειμένην διαστήμασιν. χρείαν δʼ ἔχονσιν οἱ Χαλδαῖοι πρὸς διάγνωσιν τῶν διαφερόντων βίων οὐ τοῦ ὁλοσχε- ροῦς καὶ ἐν πλάτει χρόνου τῆς συλλήψεως, τοῦ δὲ πρὸς ἀκρίβειαν. Ἀλλὰ γὰρ ἐκ τούτων πρόδηλον ὅτι οὐχ οἷόν τέ ἐστιν ἀπὸ συλλήψεως τὸν ὡροσκόπον ἑστάναι. καὶ μὴν οὐδʼ ἐξ ἀποτέξεως. πρῶτον μὲν γὰρ ἄπορόν ἐστι τὸ πότε ῥητέον ἀπότεξιν εἶναι, ἆρά γε ὁπόταν ἄρχηται προκύπτειν εἰς τὸν ψυχρὸν ἀέρα τὸ ἀποτικτόμενον, ἢ ὅταν ὅλον ἐξίσχῃ, ἢ ὅταν εἰς τὴν γῆν κατενεχθῇ.