Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 6
Not analysed yet
καὶ μὴν οὐδέ δυσμενείας χάριν τῆς πρός τινας (μακρὰν γὰρ αὐτῶν τῆς πραότητός ἐστιν ἡ τοιαύτη κακία)· ἀλλὰ τοι- οῦτόν τι ἐπὶ τῶν μαθημάτων παθόντες ὁποῖον ἐφʼ ὅλης ἔπαθον τῆς σοφίας. καθὰ γὰρ ἐπὶ ταύτην ἦλθον πόθῳ τοῦ τυχεῖν τῆς ἀληθείας, ἰσοσθενεῖ δέ μάχῃ καὶ ἀνω- μαλία τῶν πραγμάτων ὑπαντήσαντες ἐπέσχον, οὕτω καὶ ἐπὶ τῶν μαθημάτων ὁρμήσαντες ἐπὶ τὴν ἀνάληψιν αὐτῶν, ζητοῦντες καὶ τὸ ἐνταῦθα μαθεῖν ἀληθές, τὰς δέ ἴσας εὑρόντες ἀπορίας, οὐκ ἀπεκρύψαντο.