Ancient Greek
62 to 63
Sextus Empiricus, Adversus mathematicos 62-63
Not analysed yet
τουτέστι μηδεμίαν τέχνην, τάττεται δέ ἐξόχως καὶ ἐπὶ τῆς τῶν πολλῶν καὶ ποικίλων πραγμάτων γνώσεως, καθὼς καὶ τοὺς πρεσβύτας πολλὰ μέν ἰδόντας πολλὰ δέ ἀκούσαντας ἐμπείρους τοῦ βίου φαμέν, ὡς καὶ ὁ Εὐριπίδης (Phoen. 528) ὧ τέκνον, οὐχ ἀπαντα τῷ γήρα κακά, Ἐτεόκλεες, πρόσεστιν, ἀλλʼ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον. ἐφʼ ὅπερ ἴσως ὁ Θρᾷξ φερόμενος σημαινόμενον, ἐπεὶ πο- λυειδήμονά τινα καὶ πολυμαθῆ βούλεται εἶναι τὸν γραμ ματικόν, ἔμη ἐμπειρίαν ὑπάρχειν τὴν γραμματικὴν τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων. ὥστε τοῦτο μὲν ὑπέλαφρον, ἐκεῖνο δὲ ἴσως τις πραγματικωτέρας ἐχό- μενον ζητήσεως ἐρεῖ πρὸς αὐτόν