Ancient Greek
63 to 66
Sextus Empiricus, Adversus mathematicos 63-5-66
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ εἰ τὴν ἰδιωτικὴν ὑπόνοιαν δεῖ παραλείπειν, τοῖς δὲ συνετοῖς καὶ μεγαλοφυεστάτοις τῶν ἀνδρῶν πείθεσθαι, πάρεστι τὴν ποιητικὴν ὁρᾶν μηδὲν μέγα μηδὲ λαμπρὸν ἐκφέρουσαν ἐν ᾧ μὴ θεός ἐστιν ὁ τὴν ἐξουσίαν καὶ τὸ κράτος τῶν γινομένων πραγμάτων ἐνημμένος, ὥσπερ καὶ τῷ ποιητῇ Ὁμήρῳ κατὰ τὸν ἀναγραφέντα τῶν Ελλήνων καὶ βαρβάρων πόλεμον. πάρεστι δὲ καὶ τὴν τῶν φυσικῶν πληθὺν ἰδεῖν σύμφωνον τῇ ποιητικῇ· καὶ γὰρ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς καὶ οἱ ἀπὸ τῆς Ἰωνίας Σωκράτης τε καὶ Πλάτων’ καὶ Ἀριστοτέλης καὶ οἱ ἀπὸ τῆς Στοᾶς, τάχα δὲ οἱ ἀπὸ τῶν κήπων, ὧς αἱ ῥηταὶ τοῦ Ἐπικούρου λέξεις μαρτυροῦσι, θεὸν ἀπολείπουσιν. ὥσπερ οὖν εἰ περί τινος τῶν ὑπὸ τὴν ὅρασιν πιπτόντων ἐζητοῦμεν, εὐλόγως ἂν τοῖς ὀξυωπεστάτοις ἐπιστεύομεν, καὶ εἰ περί τινος τῶν ἀκουστῶν, τοῖς ὀξυηκουστάτοις, οὕτω σκεπτόμενοι περί τινος τῶν λόγῳ θεωρουμένων οὐκ ἄλλοις τισὶ πιστεύειν ὀφείλομεν ἢ τοῖς τὸν νοῦν καὶ τὸν λόγον ὀξυωποῦσιν, ὁποῖοί τινες ἦσαν οἱ φιλόσοφοι. Ἀλλ᾿ εἰώθασιν ἀνθυποφέροντες πρὸς τοῦτο λέγειν οἱ ἐξ ἐναντίας, ὅτι καὶ περὶ τῶν ἐν Ἅιδου μυθευομένων κοινὴν ἔννοιαν ἔχουσιν ἅπαντες ἄνθρωποι καὶ συμφώνους ἔχουσι τοὺς ποιητάς, καὶ μᾶλλόν γε περὶ τούτων ἢ περὶ τῶν θεῶν, ἀλλ’ οὐκ ἂν εἴποιμεν ταῖς ἀληθείαις ὑπάρχειν τὰ καθ’ Ἅιδου μυθευόμενα, μὴ συνιέντες πρῶτον μέν,