Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 64-2
Not analysed yet
τοσαυταχῶς δὴ λεγομένου τοῦ πιθανοῦ, ἄξιόν ἐστι πυθέσθαι τῶν ῥητόρων κατὰ τί τούτων τῶν πιθα- νῶν οἴονται |τὴν ῥητορικὴν τοῦ πείθειν ἐφίεσθαι, καὶ περὶ ποῖον αὐτῶν τεχνιτεύειν αὐτὴν ἀξιοῦσιν, περὶ τὸ ἐναργῶς ἀληθές ἢ περὶ τὸ ἐοικὸς τούτῳ ψεῦδος ἢ ὃ περὶ τὴν ἀμφο- τέρων κοινότητα στρέφεται.