Ancient Greek
65 to 67
Sextus Empiricus, Adversus mathematicos 65-7-67
Not analysed yet
ἄλλως τε· πᾶσα κίνησις κατὰ ἀπόλειψιν καὶ ἐπίληψιν τόπου νοεῖται. ἡ δὲ αἴσθησις οὔτε τόπον δύναται λαμβάνειν (οὐθεὶς γὰρ τόπος αἰσθητός ἐστιν), οὔτε ἐπίληψιν καὶ ἀπόλειψιν· (μνημονικῶς γὰρ ταῦτα θεωρεῖται, ἡ δὲ αἴσθησις ἄλογος οὖσα ἐστὶν ἀμνήμων). οὐκ ἄρα αἰσθητόν τι ἐστὶν ἡ κίνησις. Πλὴν ἐάν τε αἰσθήσει προηγουμένως λαμβάνηται, ἐάν τε διανοίᾳ, ἀδιάφορον· ἐκεῖνο γὰρ συμφανές ἐστιν, ὅτι συνᾴδειν δοκεῖ τῷ εἶναι κίνησιν ἡ ἐνάργεια. παρ’ ἣν αἰτίαν καὶ οἱ δογματικοὶ φιλόσοφοι οὐκ ἄλλοθεν εἰώθασι δυσωπεῖν τοὺς ἀπορητικούς ἢ ἀπὸ ταύτης. πῶς γὰρ, φασίν, εἴπερ μὴ ἔστι κίνησις, ἥλιος ἀπὸ ἀνατολῆς μέχρι δύσεως τοὺς ἰδίους σταδιεύει δρόμους; ἢ πῶς ὠρῶν γίγνονται μεταβολαί, ἔαρος καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶωος; παρὰ γὰρ τὰς τοῦ ἡλίου κινήσεις συνεγγισμούς τε καὶ ἀποστάσεις αὗται συμβαίνουσιν.