Ancient Greek
68 to 69
Sextus Empiricus, Adversus mathematicos 68-2-69
Not analysed yet
καὶ μὴν τοῖς ἀντικειμένοις συναγο- ρεύειν ἐπαγγέλλεται, τὰ δὲ ἀντικείμιενα οὔκ ἐστιν ἀληθ οὐκ ἄρα τοῦ ἀληθοῦς ἐφίεται ἡ ῥητορική. καὶ μὴν οὐδέ τοῦ ψεύδους· οὐδεμία γὰρ περὶ ψεῦδος ἵσταται τέχνη, ἀλλʼ ἀναγκαῖόν ἐστι τὴν |ῥητορικὴν τοῦτο μεταδιώκουσαν ἢ μὴ εἶναι τέχνην ἢ κακοτεχνίαν ὑπάρχειν, μετὰ τοῦ πάλιν τὰς αὐτὰς ὑπαντιάζειν ἀπορίας. εἰ γὰρ περὶ τὸ πιθανὸν ψεῦδος καταγίνεται, πάντως εἴσεται καὶ τὸ ἀπί- θανον. ἐπεὶ οὖν πᾶν ψεῦδος ἤτοι πιθανόν ἐστιν ἀπί- θανον, παντὸς ψεύδους ἐπιστήμη γενήσεται, καὶ διὰ τοῦτο καὶ παντὸς ἀληθοῦς, ὤστ’ αὐτὴν μὴ διαφέρειν τῆς δια- λεκτικῆς ὃ κατὰ πολλοὺς τρόπους ἐστὶν ἄτοπον.