Ancient Greek
68 to 69
Sextus Empiricus, Adversus mathematicos 68-7-69
Not analysed yet
καὶ οὐκ ἔχουσι λέγειν οἱ ἀπὸ τῆς Στοᾶς, τίνες τε ταῖς ἀληθείαις καταληπτικαί εἰσι καὶ ἀπὸ ὑποκειμένων καὶ κατ’ αὐτὰ τὰ ὑποκείμενα γίγνονται, καὶ τίνες οὔκ εἰσι τοιαῦται, καθάπερ διὰ πλειόνων ἔμπροσθεν ἐδείξαμεν (l 426 sqq.) . Οἷος δέ ἐστιν ὁ περὶ ταύτης τῆς στάσεως λόγος, τοιοῦτος γένοιτ’ ἂν ἡμῖν καὶ ὁ περὶ τῆς λειπομένης, καθ’ ἣν οἱ μὲν ἐν τῷ σημαινομένῳ, τουτέστιν ἀσωμάτῳ λεκτῷ, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὑποτίθενται, οἱ δ’ ἐν τῇ φωνῇ, οἱ δ’ ἐν τῷ κινήματι τῆς διανοίας.