Ancient Greek
69 to 70
Sextus Empiricus, Adversus mathematicos 69-70
Not analysed yet
τοῦ γὰρ πλείστου ὁρισθέντος ἀριθμοῦ ὁ ἑνὶ ἐλάσσων πλεῖστος ἀκμήν ἐστιν, ἐπεὶ τελέως ἄτοπον μονάδος προσθέσει τὸν μὲν πλεῖστον λέγειν τὸν δὲ μη- δαμῶς. διόπερ ἀεὶ μονάδι μειονεκτούμενος ὁ κατ’ αὐτοὺς πλεῖστος ἀριθμὸς ἐλεύσεται πάντως εἰς τὸ μηκέτι ἀρι- θμὸς πλεῖστος ὑπάρχειν, καὶ διὰ τοῦτο μηδέ γραμματι- κήν ὅπερ ἦν τῆς σωρικῆς ἀπορίας συμπέρασμα. πῶς δʼ οὐκ ὄντως γραμματικῆς παχύτητος τὸ ἐν ἀπείρῳ πλήθει λέγειν πλεῖστα; ὡς γὰρ τὸ ὀλιγώτερον πρός τί ἐστι καὶ κατὰ τὴν ὡς πρὸς τὸ πλεῖστον σχέσιν νοεῖται, οὕτω καὶ τὸ πλεῖστον κατὰ τὴν ὡς πρὸς τὸ ὀλίγον σχέσιν θεωρή- σεται. εἰ οὖν τῶν πλείστων 〈τῶν〉 παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων |ἐμπειρίαν ἔχουσιν οἱ γραμματι- κοί,