Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 7-2
Not analysed yet
τὸ δέ λέγειν ἐν μήκει καὶ διεξόδῳ |θεωρούμενον ῥητορικῆς ἐτύγχανεν ἴδιον. ἔνθεν γοῦν καὶ Ζήνων ὁ Κι- τιεύς (Stoic. fr. I 75) ἐρωτηθεὶς ὅτῳ διαφέρει διαλεκτικὴ ῥητορικῆς, συστρέψας τὴν χεῖρα καὶ πάλιν ἐξαπλώσας ἔφη ῾τούτῳ᾿, κατὰ μὲν τὴν συστροφὴν τὸ στρογγύλον καὶ βραχὺ τῆς διαλεκτικῆς τάττων ἰδίωμα, διὰ δέ τῆς ἐξ- απλώσεως καὶ ἐκτάσεως τῶν δακτύλων τὸ πλατὺ τῆς ῥητορικῆς δυνάμεως αἰνιττόμενος.