Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 70-3
Not analysed yet
καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζωδίου καὶ κατʼ ἀκρίβειαν ὡροσκοποῦντος λαμβάνειν. καὶ μὴν οὐ μόνον φθάνει πλείων διελθεῖν χρόνος μετὰ τὴν ἀπότεξιν, ἐν ᾧ γίνεται ὁ ἦχος ἀπὸ τοῦ ταῖς τῆς τικτούσης ὠδῖσι παρεδρεύοντος ὡς ἐπὶ τὸν ἀστεροσκοποῦντα ἀλλὰ καὶ ἐν ᾠ οὗτος ἀναβλέπει καὶ περισκοπῶν ἐξετάζει τὸ ἐν τίνι τῶν ζῳδίων ἐστὶν ἡ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἕκαστος, φθάνει ἀλλοῖον γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ κόσμου κινήσεως ἀλήκτῳ τάχει περι- φερομένης, πρὶν τηρητικῶς παραπλάσασθαι τῇ τοῦ γεν- νηθέντος ὥρᾳ τὰ κατ᾿ οὐρανὸν βλεπόμενα.