Ancient Greek
70 to 71
Sextus Empiricus, Adversus mathematicos 70-7-71
Not analysed yet
παρὸ καὶ ὁ Πλάτων συνιστὰς, ὅτι φύσει ἀγαθόν ἐστιν ὁ θεός, ἀπὸ τῶν ὁμοίων ἐπικεχείρηκεν. ὧς γὰρ θερμοῦ, φησίν, ἴδιόν ἐστι τὸ θερμαίνειν καὶ ψυχροῦ ἴδιόν ἐστι τὸ ψύχειν, οὕτω καὶ ἀγαθοῦ ἴδιόν ἐστι τὸ ἀγαθοποιεῖν· τἀγαθὸν δέ γε ὁ θεός· ἴδιον ἄρα ἐστὶ θεοῦ τὸ ἀγαθοποιεῖν. ὥστε εἰ ἐστι τι φύσει ἀγαθόν, τοῦτο πρὸς ἅπαντάς ἐστιν ἀγαθόν, καὶ εἰ ἐστι τι φύσει κακόν, τοῦτο πρὸς ἅπαντάς ἐστι κακόν. οὐδὲν δὲ κοινὸν πάντων ἐστὶν ἀγαθὸν ἢ κακόν, ὡς παραστήσομεν·