Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 71-2
Not analysed yet
καὶ μὴν οὐδὲ τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύ- δους μεταδιώκει· ἐν τούτῳ γὰρ καὶ ψεῦδος κατεπέπλεκτο· ἄτοπόν τε καθειστήκει τὸ τέχνην ψευδέσι χρῆσθαι, σὺν τῷ κατὰ τὸν προυποδεδειγμένον τρόπον ἀκολουθεῖν τὸ καὶ ἐπιστήμην αὐτὴν ἀληθῶν τε καὶ ψευδῶν γίνεσθαι, τοῦ πράγματος μὴ οὕτως ἔχοντος. ἀλλʼ εἰ μήτε ἀληθὲς μήτε ψεῦδος μήτε τὸ κοινὸν ἀμφοτέρων θεωρεῖν δύναται ἡ ῥητορική, παρὰ δέ ταῦτα οὐδέν ἐστι πιθανόν, οὐκ ἂν εἴη ῥητορικῆς τὸ πείθειν.