Ancient Greek
71 to 76
Sextus Empiricus, Adversus mathematicos 71-6-76
Not analysed yet
καὶ γὰρ προστακτικὰ καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον (Γ 130) δεῦρ’ ἴθι νύμφα φίλη, καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον “ὁ Δίων περιπατεῖ ”,καὶ πύσματα, ἅπερ λέγοντες πυνθανόμεθα, οἷον “ποῦ οἰκεῖ Δίων;” ὀνομάζεται δέ τινα παρ’ αὐτοῖς καὶ ἀρατικὰ, ἅπερ λέγοντες ἀρώμεθα (Γ 300) ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὧς ὅδε οἶνος, καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα, ὁποῖόν ἐστι Η 202)· Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι. προσαγορεύουσι δέ τινα τῶν αὐτοτελῶν καὶ ἀξιώματα, ἅπερ λέγοντες ἤτοι ἀληθεύομεν ἢ ψευδόμεθα. ἔστι δέ τινα καὶ πλείονα ἢ ἀξιώματα, οἶον τὸ μὲν τοιοῦτο Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος ἀξίωμά ἐστιν· ἢ γὰρ ἀληθεύομεν λέγοντες αὐτὸ ἢ ψευδόμεθα· τὸ δὲ οὕτως ἔχον (fr. trag. adesp. 286 Nauck2) ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος πλέον τι ἀξιώματός ἐστι καὶ οὐκ ἀξίωμα. πλὴν ἱκανῆς οὔσης ἐν τοῖς λεκτοῖς διαφορᾶς, ἴνα τι, φασίν, ἀληθὲς ᾖ ἢ ψεῦδος, δεῖ αὐτὸ πρὸ παντὸς λεκτὸν εἶναι, εἶτα καὶ αὐτοτελές, καὶ οὐ κοινῶς ὁποιονδήποτε οὖν ἀλλ’ ἀξίωμα· μόνον γὰρ τοῦτο, καθὼς προεῖπον, λέγοντες ἤτοι ἀληνῦν θεύομεν ἢ ψευδόμεθα. οὐκοῦν, φασὶν οἱ ἀπὸ τῆς σκέψεως, τὸ εἶναί τι λεκτὸν ἀσώματον, ὃ κεχώρισται τῆς τε σημαινούσης φωνῆς, οἷον τῆς ‘‘Δίων”, καὶ τοῦ τυγχάνοντος, καθάπερ αὐτοῦ τοῦ Δίωνος, πόθεν ἔχουσι παραστῆσαι; ἢ γὰρ αὐτόθεν ἐροῦσι τοῦθ’ ὑπάρχειν οἱ Στωικοί, ἢ δι’ ἀποδείξεως τὴν ὕπαρξιν αὐτοῦ πιστώσονται. καὶ εἰ μὲν αὐτόθεν λέγοιεν τὸ ἀσώματον τοῦτο λεκτὸν ὑπάρχειν, καὶ ἡμῖν ἐξέσται λέγειν αὐτόθεν ὅτι οὐκ ἔστιν· ὡς γὰρ ἐκεῖνοι χωρὶς ἀποδείξεως εἰσι πιστοί, οὕτω καὶ οἱ ἀπορητικοὶ τοὐναντίον διὰ ψιλῆς προφερόμενοι φάσεως γενήσονται πιστοί, ἢ εἴπερ ἀπιστοῦνται, καὶ οἱ ἀπὸ τῆς Στοᾶς ὁμοίως ἄπιστοι γενήσονται.