Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 73-5
Not analysed yet
οἷον τὴν ἡδονὴν ὁ μὲν Ἐπίκουρος ἀγαθὸν εἶναί φησιν, δὲ εἰπών· “μανείην μᾶλλον ἢ ἢ ἡσθείνη” κακόν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἀδιάφορον καὶ οὐ προηγμένον, ἀλλὰ Κλεάνθης (fr. 574 Arn.) μήτε κατὰ φύσιν αὐτὴν εἶναι μήτε ἀξίαν ἔχειν [αὐτὴν] ἐν τῷ βίῳ, καθάπερ δὲ τὸ κάλλυντρον κατὰ φύσιν μὴ εἷναι, ὁ δὲ Ἀρχέδημος (fr. 22 Arn.) κατὰ φύσιν μὲν εἶναι ὧς τἀς ἐν μασχάλῃ τρίχας, οὐχὶ δὲ καὶ ἀξίαν ἔχειν, Παναίτιος (fr. 39 Fowler) δὲ τινὰ μὲν κατὰ φύσιν ὑπάρχειν, τινὰ δὲ παρὰ φύσιν.