Ancient Greek
74 to 75
Sextus Empiricus, Adversus mathematicos 74-4-75
Not analysed yet
ἐδείξαμεν (adv. phys. I 277sqq.) δέ γε ἄπορον τὸν περὶ τῆς ἀφαιρέσεως καὶ προσθέσεως καὶ μεταβολῆς λόγον, ὥστε οὐδ’ ἀφισταμένου τοῦ κινοῦντος κινήσεται τὸ κινούμενον. καὶ ἄλλως· εἰ παθὸν κατὰ ἀφαίρεσιν ἢ κατὰ πρόσθεσιν ἢ κατὰ μεταβολὴν κινεῖται τὸ κινούμενον ἴ’ αἱ ἄτομοι οὐ κινηθήσονται διὰ τὸ μήτε πρόσθεσιν μήτε ἀφαίρεσιν μήτε μεταβολὴν ἐπιδέχεσθαι. τοίνυν οὐδὲ ὑπὸ ἑτέρου κινεῖται τὸ κινούμενον. εἰ γάρ, ἳνα ὑπὸ ἑτέρου κινηθῇ, δεῖ συνακολουθοῦντος αὐτῷ ἐκείνου κινεῖσθαι ἢ μὴ συνακολουθοῦντος, δέδεικται δὲ ἑκάτερον ἀδύνατον, λεκτέον μὴ ὑπὸ ἑτέρου κινεῖσθαι.