Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 75-3
Not analysed yet
οὐδὲ γὰρ ἡ προειρημένη τῶν ὑδριῶν ἔφοδος (§24sq.) δύναταί τι τοῖς Χαλδαίοις παρ- επικουρεῖν, ἐπείπερ καὶ παρὰ τὸ ῥέον ὕδωρ καὶ παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν ἀνώμαλα τὰ τῆς ῥύσεως καὶ τῶν ἀντιπαρηκόντων τῇ ῥύσει χρόνων. τὴν μὲν γὰρ τοῦ ὕδατος φορὰν εἰκός ἐστιν ἀνόμοιον γίνεσθαι κατ᾿ ἀρχάς, ὅτε κα- θαρόν ἐστι τὸ ῥέον, καὶ ἐξ ὑστέρου, ὅτε ἰλυῶδες καὶ δυσρευστότερον·