Ancient Greek
77 to 78
Sextus Empiricus, Adversus mathematicos 77-5-78
Not analysed yet
ἡ δέ γε προειρημένη δύναμις ἀνθρώπους πέφυκε κατασκευάζειν· λογικὴ τοίνυν καὶ φρονίμη γενήσεται, ὅπερ ἦν θείας φύσεως. εἰσὶν ἄρα θεοί. τῶν τε σωμάτων τὰ μέν ἐστιν ἡνωμένα, τὰ δὲ ἐκ συναπτομένων, τὰ δὲ ἐκ διεστώτων. ἡνωμένα μὲν οὖν ἐστι τὰ ὑπὸ μιᾶς ἕξεως κρατούμενα καθάπερ φυτὰ καὶ ζῷα, ἐκ συναπτομένων δὲ τὰ ἔκ τε παρακειμένων καὶ πρὸς ἔν τι κεφάλαιον νευόντων συνεστῶτα ὧς ἁλύσεις καὶ πυργίσκοι καὶ νῆες, ἐκ διεστώτων δὲ τὰ ἐκ διεζευγμένων καὶ κεχωρισμένων καὶ καθ’ αὐτὰ ὑποκειμένων συγκείμενα ὡς στρατιαὶ καὶ ποῖ- μναῖ καὶ χοροί.