Ancient Greek
77 to 78
Sextus Empiricus, Adversus mathematicos 77-6-78
Not analysed yet
Καὶ μὴν οὐδ’ αὐτὸ ὑφ’ ἑαυτοῦ κινηθήσεται. εἰ γὰρ αὐτοκίνητόν ἐστιν, ἤτοι πάντῃ κινητὴν ἔχει τὴν φύσιν ἤ εἰς τινα διάστασιν, οἷον ἐπὶ τῶν πρώτων καὶ στοιχειωδῶν σωμάτων, ἐπεὶ καὶ πρὸς τοὺς φυσικούς ἐστιν ὁ λόγος. ἀλλ’ εἰ μὲν πάντῃ κινητὴν ἔχει τὴν φύσιν, οὐ κινήσεται· οὔτε γὰρ ἄνω ἐνεχθήσεται διὰ τὸ καὶ εἰς τὸ κάτω κινητὴν ἔχειν τὴν φύσιν, οὔτε κάτω διὰ τὸ καὶ εἰς τὸ ἄνω, οὔτε πρόσω διὰ τὸ καὶ εἰς τὸ ὀπίσω, οὔτ’ ὀπίσω διὰ τὸ καὶ εἰς τοὔμπροσθεν. καὶ ἐπὶ τῶν λειπομένων δυεῖν διαστάσεων ὁ αὐτὸς λόγος.