Ancient Greek
77 to 80
Sextus Empiricus, Adversus mathematicos 77-7-80
Not analysed yet
εἰ δὲ λόγῳ λαμβάνεται, ἐπεὶ ἕκαστος πάντων τῶν κατὰ διαφόρους αἱρέσεις κοσμουμένων ἔδιον ἔχει λόγον, καὶ ἄλλον μὲν Ζήνων, δι’ οὗ τὴν ἀρετὴν ἀγαθὸν εἶναι δεδόξακεν, ἄλλον δ’ Ἐπίκουρος, δι’ οὗ τὴν ἡδονήν, οὐ τὸν αὐτὸν δὲ Ἀριστοτέλης, δι’ οὗ τὴν ὑγείαν, ἴδιον πάλιν ἕκαστος εἰσηγήσεται ἀγαθόν, ὅπερ οὐκ ἔστι τῇ φύσει ἀγαθόν, οὐδὲ κοινὸν πάντων. τοίνυν οὐδέν ἐστι φύσει ἀγαθόν. εἰ γὰρ τὸ μὲν ἴδιον ἑκάστου οὐκ ἔστιν ἀγαθὸν πάντων οὐδὲ φύσει, παρὰ δὲ τὸ ἴδιον ἑκάστου ἀγαθὸν οὐδὲν ἔστι συμφώνως ἀγαθόν, οὐδὲν ἔστιν ἀγαθόν. Καὶ μὴν εἰ ἔστι τι ἀγαθόν, τοῦτο κατὰ τὸν ἴδιον λόγον αἱρετὸν ὀφείλει τυγχάνειν, ἐπεὶ πᾶς ἄνθρωπος αἱρεῖται τούτου τυγχάνειν ὥσπερ καὶ τὸ κακὸν φυγεῖν. οὐδὲν δέ γε αἱρετόν ἐστι κατὰ τὸν ἴδιον λόγον ὧς αἱρετόν, καθάπερ δείξομεν· οὐκ ἄρα τι ἔστιν ἀγαθόν. εἰ γάρ ἐστί τι κατὰ τὸν ἴδιον λόγον αἱρετόν, ἤτοι αὐτὸ τὸ αἱρεῖσθαι αἱρετόν ἐστιν ἢ ἕτερόν τι παρὰ τοῦτο, οἷον <ἤτοι> τὸ τὸν πλοῦτον αἱρετόν ἐστιν ἢ αὐτὸς ὁ πλοῦτος αἱρετός ἐστιν. καὶ αὐτὸ μὲν τὸ αἱρεῖσθαι οὐκ ἂν εἴη αἱρετόν.