Ancient Greek
80 to 83
Sextus Empiricus, Adversus mathematicos 80-7-83
Not analysed yet
εἴτε γὰρ ἀπὸ τοῦ μέσου νοοῖτο κινούμενα τὰ στοιχειώδη σώματα ὧς ἐπὶ τὰ πέρατα, λυθήσεται τὸ πᾶν· ἑκάτερον γὰρ ἀπὸ θατέρου χωρισθὲν ὡς ἐπὶ τὴν ἴδιον δραμεῖται κίνησιν, τὸ μὲν ἀνωφερὲς ἐπὶ τὴν ἄνω, τὸ δὲ κατωφερὲς ὡς ἐπὶ τὴν κάτω. εἴτ’ ἀπὸ τῶν περάτων ὑποκέοιτο ὧς ἐπὶ τὸ μέσον συνωθούμενα, πάντως ἢ κατὰ τὴν αὐτὴν κάθετον ἐνεχθήσεται ἢ οὐ κατὰ τὴν αὐτὴν. καὶ εἰ μὲν κατὰ τὴν αὐτὴν φέροιτο, ἐξ ἀνάγκης καὶ ἀντιπεσεῖται ἀλλήλοις, καὶ οὕτως ἢ ἰσοκρατοῦντα στήσεται μηθετέρου νικῶντος, μήτε τοῦ κάτω βιαζομένου μήτε τοῦ ἄνω (ἄτοπον δὲ λέγειν στάσιν γίνεσθαι ἐν τοῖς φύσει κινουμένοις), ἤ τοὐναντίον ἀνισοκρατοῦντα εἰς ἕνα μόνον ἐνεχθήσεται τόπον, ἤτοι τὸν ἄνω ἐπικρατησάντων τῶν ἀνωφερῶν, ἢ εἰς τὸν κάτω ὑπερτερούντων τῶν κατωφερῶν. εἰ δὲ μὴ κατὰ τὴν αὐτὴν κάθετον φέροιτο, οὐ συμβάλλει ἀλλήλοις, μὴ συμβάλλοντα δὲ οὐδὲ συγκρίματος ἔσται τινὸς ἀποτελεστικὰ. τοῦτο δὲ ἄτοπον. τοίνυν οὐδὲ αὐτοκίνητόν ἐστι τὸ κινούμενον. πάλιν εἰ αὐτοκίνητόν ἐστι τὸ κινούμενον, ἐπεὶ πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον ἢ ἀνοχλοῦν καὶ θλῖβον, δεήσει καὶ τὸ αὐτοκίνητον ἑαυτοῦ κινητικὸν ὂν ἤτοι προωστικῶς κινεῖν ἢ ἐπισπαστικῶς ἢ ἀνοχλητικῶς καὶ θλιπτικῶς.