Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 81-4
Not analysed yet
συμπαραλάβοι δʼ ἄν τις ἐνταῦθα καὶ τὴν τῶν αἰσθήσεων παραλλαγήν ἄλλοι γὰρ ἄλλων εἰσὶν ὀξυωπέστεροι, καὶ ὅν τρόπον τὸ μηδέπω βλεπόμενον ἡμῖν διὰ ποσὴν ἀπόστασιν, τοῦτο ὡς μέγι- στον κατειλήφασιν ἀετοί τε καὶ ἱέρακες διʼ ὑπερβολὴν ὀξυωπίας, οὕτω τὸ ἀνίσχον ἤδη καὶ ὡροσκοποῦν ζῴδιον ἐκ μακροῦ διαστήματος τῷ μὴ ὀξυωποῦντι Χαλδαίῳ πι- θανόν ἐστιν ὡς μηδέπω ἀνατεταλκὸς δοξάζεσθαι †καὶ κατὰ σύγκρισιν ἀμβλυωποῦντι †.