Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 82-6
Not analysed yet
διώκομεν δέ γε τὴν τεῦξιν αὐτῶν· οὐκ ἄρα αἱρετόν ἐστι τὸ αἱρεῖσθαι, φευκτὸν δὲ μᾶλλον. καὶ ὃν τρόπον ὁ ἐρῶν σπεύδει τυχεῖν τῆς ἐρωμένης, ἴνα φύγῃ τὴν ἐν τῷ ἐρᾶν ὄχλησιν, καὶ ὧς ὁ διψῶν ἐπείγεται πιεῖν, ἵνα φύγῃ τὴν ἐν τῷ διψῆν βάσανον, ὧδε καὶ ὁ ἐν τῷ αἱρεῖσθαι πλοῦτον ὀχλούμενος κατὰ τὸ αἱρεῖσθαι ἐπεί- γεται τυχεῖν πλούτου, ἵνα ἀπαλλαγῇ τοῦ ἔτι αἱρεῖσθαι.