Ancient Greek
84 to 85
Sextus Empiricus, Adversus mathematicos 84-5-85
Not analysed yet
καὶ εἰ μὲν οὐδὲν ἀπαξαπλῶς γίνεταί τι τοιοῦτον περὶ ἡμᾶς, οὐδ᾿ ὅλως ἔσται τὸ ἐκτὸς αἱρετὸν ἡμῖν. πῶς γάρ, πρὸς ὃ ἀκινήτως διακείμεθα, τούτου οἷόν τε αἵρεσιν ποιεῖσθαι ἡμᾶς; καὶ γὰρ ἄλλως· εἴπερ τὸ μὲν χαρτὸν νενόηται ἐκ τοῦ χαίρειν ἡμᾶς ἀπ᾿ αὐτοῦ, τὸ δὲ λυπηρὸν ἐκ τοῦ λυπεῖσθαι, τὸ δὲ ἀγαθὸν ἐκ τοῦ ἄγασθαι, ἀκολουθήσει, ἐξ οὗ μήτε χαρά τις ἡμῖν ἐγγίνεται μήτε ἀγαστὴ διάθεσις μήτε ἀσμενιστόν τι κίνημα, ἐκ τούτου μηδὲ αἵρεσίν τινα ἐμφύεσθαι.